Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
- ἢ δυσγενὴς ὤν—
- ληκύθιον ἀπώλεσεν.
- Εὐριπίδη—
- τί ἔσθʼ;
- ὑφέσθαι μοι δοκεῖ·
- τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
- οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
- νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
- ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
- Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
- Ἀγήνορος παῖς—
- ληκύθιον ἀπώλεσεν.
- ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
- ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
- τὸ τί;
- ἐγὼ πρίωμαι τῷδʼ;
- ἐὰν πείθῃ γʼ ἐμοί.
- οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
- ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
- Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
- θοαῖσιν ἵπποις—
- ληκύθιον ἀπώλεσεν.
- ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
- ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
- λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
- μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
- Οἰνεύς ποτʼ ἐκ γῆς—
- ληκύθιον ἀπώλεσεν.
- ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
- Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
- θύων ἀπαρχάς—
- ληκύθιον ἀπώλεσεν.