Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
  2. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
  3. ἢ δυσγενὴς ὤν—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. Εὐριπίδη—
Εὐριπίδης
  1. τί ἔσθʼ;
Διόνυσος
  1. ὑφέσθαι μοι δοκεῖ·
  2. τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
  1. οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
  2. νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
Διόνυσος
  1. ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.