Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
  2. πηδᾷ χορεύων—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης
  1. ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
  2. τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
  3. οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
  4. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,