Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ δὴ χρὴ λέγειν.
- Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
- ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
- Ἄργος κατασχών—
- ληκύθιον ἀπώλεσεν.
- τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
- λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
- Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
- καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
- πηδᾷ χορεύων—
- ληκύθιον ἀπώλεσεν.
- οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
- ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
- τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
- οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
- ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
- ἢ δυσγενὴς ὤν—
- ληκύθιον ἀπώλεσεν.
- Εὐριπίδη—
- τί ἔσθʼ;
- ὑφέσθαι μοι δοκεῖ·
- τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
- οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
- νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
- ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
- Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
- Ἀγήνορος παῖς—