Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
- τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
- ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
- ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
- ἑνὸς μόνου.
- ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,
- καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
- ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.
- ἰδού, σὺ δείξεις;
- φημί.
- καὶ δὴ χρὴ λέγειν.
- Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
- ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
- Ἄργος κατασχών—
- ληκύθιον ἀπώλεσεν.
- τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
- λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
- Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
- καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
- πηδᾷ χορεύων—