Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
  2. καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
  3. εἶτʼ ἐξετύφλωσεν αὑτόν.
Διόνυσος
  1. εὐδαίμων ἄρʼ ἦν,
  2. εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
Εὐριπίδης
  1. ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αἰσχύλος
  1. καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
  2. τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς