Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
- χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
- ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
- εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
- ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
- καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
- εἶτʼ ἐξετύφλωσεν αὑτόν.
- εὐδαίμων ἄρʼ ἦν,
- εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
- ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.