Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
  2. ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος
  1. ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα
  2. τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης
  1. ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—
Αἰσχύλος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,
  2. ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
  3. ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·
  4. πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
Εὐριπίδης
  1. εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.
Αἰσχύλος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
  2. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
  3. χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
  4. ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
  5. εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
  6. ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
  7. καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
  8. εἶτʼ ἐξετύφλωσεν αὑτόν.
Διόνυσος
  1. εὐδαίμων ἄρʼ ἦν,
  2. εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
Εὐριπίδης
  1. ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αἰσχύλος
  1. καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
  2. τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
  3. ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
Εὐριπίδης
  1. ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
Αἰσχύλος
  1. ἑνὸς μόνου.
  2. ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,
  3. καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
  4. ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.
Εὐριπίδης
  1. ἰδού, σὺ δείξεις;
Αἰσχύλος
  1. φημί.
Διόνυσος
  1. καὶ δὴ χρὴ λέγειν.
Εὐριπίδης
  1. Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
  2. ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
  3. Ἄργος κατασχών—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
  2. λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
Εὐριπίδης
  1. Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
  2. καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
  3. πηδᾷ χορεύων—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης
  1. ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
  2. τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
  3. οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
  4. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
  5. ἢ δυσγενὴς ὤν—
Αἰσχύλος
  1. ληκύθιον ἀπώλεσεν.
Διόνυσος
  1. Εὐριπίδη—
Εὐριπίδης
  1. τί ἔσθʼ;
Διόνυσος
  1. ὑφέσθαι μοι δοκεῖ·
  2. τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
  1. οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
  2. νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.