Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
Αἰσχύλος
  1. σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
  2. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—
Εὐριπίδης
  1. δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Διόνυσος
  1. πῶς δίς;
Εὐριπίδης
  1. σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
  2. ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·
  3. ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
Διόνυσος
  1. νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,
  2. χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.
Αἰσχύλος
  1. οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε
  2. ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.
Εὐριπίδης
  1. πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;
Αἰσχύλος
  1. ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·
  2. χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
  3. φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
Διόνυσος
  1. εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
Εὐριπίδης
  1. οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
  2. λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος
  1. εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
Εὐριπίδης
  1. πέραινε τοίνυν ἕτερον.
Διόνυσος
  1. ἴθι πέραινε σὺ
  2. Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.
Αἰσχύλος
  1. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
  2. κλύειν ἀκοῦσαι.