Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
  2. ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—
Εὐριπίδης
  1. ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
  2. εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
Διόνυσος
  1. οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
Αἰσχύλος
  1. Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
Διόνυσος
  1. λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
Αἰσχύλος
  1. σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
  2. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—
Εὐριπίδης
  1. δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Διόνυσος
  1. πῶς δίς;
Εὐριπίδης
  1. σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
  2. ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·
  3. ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.