Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.
Αἰσχύλος
  1. Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,
  2. σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
  3. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
Διόνυσος
  1. τούτων ἔχεις ψέγειν τι;
Εὐριπίδης
  1. πλεῖν ἢ δώδεκα.
Διόνυσος
  1. ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.
Εὐριπίδης
  1. ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.
Διόνυσος
  1. Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
  2. πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αἰσχύλος
  1. ἐγὼ σιωπῶ τῷδʼ;
Διόνυσος
  1. ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
  1. εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.
Αἰσχύλος
  1. ὁρᾷς ὅτι ληρεῖς;
Διόνυσος
  1. ἀλλʼ ὀλίγον γέ μοι μέλει.
Αἰσχύλος
  1. πῶς φῄς μʼ ἁμαρτεῖν;
Εὐριπίδης
  1. αὖθις ἐξ ἀρχῆς λέγε.
Αἰσχύλος
  1. Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη.
Εὐριπίδης
  1. οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει
  2. τῷ τοῦ πατρὸς τεθνεῶτος;
Αἰσχύλος
  1. οὐκ ἄλλως λέγω.
Εὐριπίδης
  1. πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
  2. αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
  3. δόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;
Αἰσχύλος
  1. οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
  2. Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
  3. ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—
Εὐριπίδης
  1. ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
  2. εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—