Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
  2. πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
  3. πόλεις διαίτας πανδοκευτρίας, ὅπου
  4. κόρεις ὀλίγιστοι.
Ξανθίας
  1. περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
Ἡρακλῆς
  1. ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
Διόνυσος
  1. μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
  2. ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
  3. καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.
Ἡρακλῆς
  1. φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
  2. μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
  3. κρεμάσαντι σαυτόν.
Διόνυσος
  1. παῦε, πνιγηρὰν λέγεις.
Ἡρακλῆς
  1. ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
  2. ἡ διὰ θυείας.
Διόνυσος
  1. ἆρα κώνειον λέγεις;
Ἡρακλῆς
  1. μάλιστά γε.
Διόνυσος
  1. ψυχράν γε καὶ δυσχείμερον·
  2. εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
Ἡρακλῆς
  1. βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
Διόνυσος
  1. νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.
Ἡρακλῆς
  1. καθέρπυσόν νυν ἐς Κεραμεικόν.
Διόνυσος
  1. κᾆτα τί;
Ἡρακλῆς
  1. ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—
Διόνυσος
  1. τί δρῶ;
Ἡρακλῆς
  1. ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
  2. κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
  3. εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.
Διόνυσος
  1. ποῖ
Ἡρακλῆς
  1. κάτω.
Διόνυσος
  1. ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
  2. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
Ἡρακλῆς
  1. τί δαί;
Διόνυσος
  1. ἥνπερ σὺ τότε κατῆλθες.
Ἡρακλῆς
  1. ἀλλʼ ὁ πλοῦς πολύς.
  2. εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
  3. ἄβυσσον.
Διόνυσος
  1. εἶτα πῶς περαιωθήσομαι;
Ἡρακλῆς
  1. ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
  2. ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.
Διόνυσος
  1. φεῦ,
  2. ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
  3. πῶς ἠλθέτην κἀκεῖσε;
Ἡρακλῆς
  1. Θησεὺς ἤγαγεν.
  2. μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
  3. δεινότατα.
Διόνυσος
  1. μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
  2. οὐ γάρ μʼ ἀποτρέψεις.
Ἡρακλῆς
  1. εἶτα βόρβορον πολὺν
  2. καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
  3. εἴ που ξένον τις ἠδίκησε πώποτε,
  4. ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
  5. ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον
  6. ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,
  7. ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Διόνυσος
  1. νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
  2. τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.