Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λεπτὰ μὴ γνῶναι λεγόντοιν,
  2. μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
  3. ἐστρατευμένοι γάρ εἰσι,
  4. βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
  5. αἱ φύσεις τʼ ἄλλως κράτισται,
  6. νῦν δὲ καὶ παρηκόνηνται.
  7. μηδὲν οὖν δείσητον, ἀλλὰ
  8. πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.
Εὐριπίδης
  1. καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
  2. ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
  3. πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
  4. ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διόνυσος
  1. καὶ ποῖον αὐτοῦ βασανιεῖς;
Εὐριπίδης
  1. πολλοὺς πάνυ.
  2. πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διόνυσος
  1. ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.
Αἰσχύλος
  1. Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,
  2. σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
  3. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
Διόνυσος
  1. τούτων ἔχεις ψέγειν τι;
Εὐριπίδης
  1. πλεῖν ἢ δώδεκα.