Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τά τε παλαιὰ καὶ τὰ καινά,
  2. κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
Χορός
  1. εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
  2. τοῖς θεωμένοισιν, ὡς τὰ
  3. λεπτὰ μὴ γνῶναι λεγόντοιν,
  4. μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
  5. ἐστρατευμένοι γάρ εἰσι,
  6. βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·