Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὅταν ὁ μὲν τείνῃ βιαίως,
- ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
- ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
- ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
- ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
- λέγετον ἔπιτον ἀνά τε δέρετον
- τά τε παλαιὰ καὶ τὰ καινά,
- κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
- εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
- τοῖς θεωμένοισιν, ὡς τὰ
- λεπτὰ μὴ γνῶναι λεγόντοιν,
- μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
- ἐστρατευμένοι γάρ εἰσι,
- βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
- αἱ φύσεις τʼ ἄλλως κράτισται,
- νῦν δὲ καὶ παρηκόνηνται.
- μηδὲν οὖν δείσητον, ἀλλὰ
- πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.