Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὅταν ὁ μὲν τείνῃ βιαίως,
  2. ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
  3. ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
  4. ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
  5. ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
  6. λέγετον ἔπιτον ἀνά τε δέρετον
  7. τά τε παλαιὰ καὶ τὰ καινά,
  8. κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
Χορός
  1. εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
  2. τοῖς θεωμένοισιν, ὡς τὰ