Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. γαστέρα πλευρὰς λαγόνας πυγήν,
  2. ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
  3. ὑποπερδόμενος
  4. φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός
  1. μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
  2. χαλεπὸν οὖν ἔργον διαιρεῖν,
  3. ὅταν ὁ μὲν τείνῃ βιαίως,
  4. ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
  5. ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
  6. ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
  7. ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
  8. λέγετον ἔπιτον ἀνά τε δέρετον
  9. τά τε παλαιὰ καὶ τὰ καινά,
  10. κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.