Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
  2. ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος
  1. μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
  2. Παναθηναίοισι γελῶν, ὅτε δὴ
  3. βραδὺς ἄνθρωπός τις ἔθει κύψας
  4. λευκὸς πίων ὑπολειπόμενος
  5. καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
  6. ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
  7. γαστέρα πλευρὰς λαγόνας πυγήν,
  8. ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
  9. ὑποπερδόμενος
  10. φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.