Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
  2. κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
  3. ὑπογραμματέων ἀνεμεστώθη
  4. καὶ βωμολόχων δημοπιθήκων
  5. ἐξαπατώντων τὸν δῆμον ἀεί,
  6. λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
  7. ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος
  1. μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
  2. Παναθηναίοισι γελῶν, ὅτε δὴ
  3. βραδὺς ἄνθρωπός τις ἔθει κύψας
  4. λευκὸς πίων ὑπολειπόμενος
  5. καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
  6. ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
  7. γαστέρα πλευρὰς λαγόνας πυγήν,
  8. ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
  9. ὑποπερδόμενος
  10. φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός
  1. μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
  2. χαλεπὸν οὖν ἔργον διαιρεῖν,
  3. ὅταν ὁ μὲν τείνῃ βιαίως,
  4. ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
  5. ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
  6. ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
  7. ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
  8. λέγετον ἔπιτον ἀνά τε δέρετον