Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
  2. οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
  3. καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
  4. καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
  5. καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
  6. κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
  7. ὑπογραμματέων ἀνεμεστώθη
  8. καὶ βωμολόχων δημοπιθήκων
  9. ἐξαπατώντων τὸν δῆμον ἀεί,
  10. λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
  11. ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος
  1. μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
  2. Παναθηναίοισι γελῶν, ὅτε δὴ
  3. βραδὺς ἄνθρωπός τις ἔθει κύψας
  4. λευκὸς πίων ὑπολειπόμενος
  5. καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
  6. ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
  7. γαστέρα πλευρὰς λαγόνας πυγήν,
  8. ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
  9. ὑποπερδόμενος
  10. φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός
  1. μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
  2. χαλεπὸν οὖν ἔργον διαιρεῖν,
  3. ὅταν ὁ μὲν τείνῃ βιαίως,
  4. ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
  5. ἀλλὰ μὴ νʼ ταὐτῷ κάθησθον·
  6. ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
  7. ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
  8. λέγετον ἔπιτον ἀνά τε δέρετον
  9. τά τε παλαιὰ καὶ τὰ καινά,
  10. κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
Χορός
  1. εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
  2. τοῖς θεωμένοισιν, ὡς τὰ
  3. λεπτὰ μὴ γνῶναι λεγόντοιν,
  4. μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
  5. ἐστρατευμένοι γάρ εἰσι,
  6. βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·