Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αἰσχύλος
  1. ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
  2. οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
  3. καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
  4. καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
  5. καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
  6. κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
  7. ὑπογραμματέων ἀνεμεστώθη
  8. καὶ βωμολόχων δημοπιθήκων
  9. ἐξαπατώντων τὸν δῆμον ἀεί,