Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
Διόνυσος
  1. νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
  2. καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
  3. νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αἰσχύλος
  1. ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
  2. οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
  3. καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
  4. καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
  5. καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;