Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
Αἰσχύλος
  1. εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
  2. ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
  3. τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
  4. ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
  5. οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
Διόνυσος
  1. νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,
  2. καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
  3. νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αἰσχύλος
  1. ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
  2. οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
  3. καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
  4. καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
  5. καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
  6. κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
  7. ὑπογραμματέων ἀνεμεστώθη
  8. καὶ βωμολόχων δημοπιθήκων
  9. ἐξαπατώντων τὸν δῆμον ἀεί,
  10. λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
  11. ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος
  1. μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην
  2. Παναθηναίοισι γελῶν, ὅτε δὴ
  3. βραδὺς ἄνθρωπός τις ἔθει κύψας
  4. λευκὸς πίων ὑπολειπόμενος
  5. καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
  6. ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
  7. γαστέρα πλευρὰς λαγόνας πυγήν,
  8. ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
  9. ὑποπερδόμενος
  10. φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός
  1. μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
  2. χαλεπὸν οὖν ἔργον διαιρεῖν,
  3. ὅταν ὁ μὲν τείνῃ βιαίως,