Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὃν χρῆν φράζειν ἀνθρωπείως;
- ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη
- μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
- κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
- καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
- ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
- τί δράσας;
- πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
- τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.
- τοῦτʼ οὖν ἔβλαψά τι δράσας;
- οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
- ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
- νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
- κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
- εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
- ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
- τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
- ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,
- οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
- νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,