Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
- μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
- καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
- δειπνεῖν με δίδασκε.
- περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
- ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
- ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
- τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
- ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,
- τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
- πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
- πόλεις διαίτας πανδοκευτρίας, ὅπου
- κόρεις ὀλίγιστοι.
- περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
- ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
- μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
- ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
- καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.
- φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
- μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
- κρεμάσαντι σαυτόν.
- παῦε, πνιγηρὰν λέγεις.
- ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
- ἡ διὰ θυείας.
- ἆρα κώνειον λέγεις;
- μάλιστά γε.
- ψυχράν γε καὶ δυσχείμερον·
- εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
- βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
- νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.
- καθέρπυσόν νυν ἐς Κεραμεικόν.
- κᾆτα τί;
- ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—
- τί δρῶ;
- ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
- κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
- εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.
- ποῖ
- κάτω.
- ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
- οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
- τί δαί;
- ἥνπερ σὺ τότε κατῆλθες.
- ἀλλʼ ὁ πλοῦς πολύς.
- εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
- ἄβυσσον.
- εἶτα πῶς περαιωθήσομαι;
- ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
- ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.
- φεῦ,
- ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.