Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
  2. τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
Αἰσχύλος
  1. ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
  2. ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
  3. Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
  4. ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.