Frogs
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
- δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
- τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
- τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
- ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
- τί παθεῖν φήσεις ἄξιος εἶναι;
- τεθνάναι· μὴ τοῦτον ἐρώτα.
- σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
- εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
- μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,
- ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
- καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
- καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
- καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
- Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
- δρᾶμα ποιήσας Ἄρεως μεστόν.
- ποῖον;
- τοὺς ἕπτʼ ἐπὶ Θήβας·
- ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
- τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
- ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.
- ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.
- εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα