Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
Εὐριπίδης
  1. δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
  2. τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
Αἰσχύλος
  1. τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,
  2. ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
  3. τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διόνυσος
  1. τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰσχύλος
  1. σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
  2. εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
  3. μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,