Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
  2. ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διόνυσος
  1. νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,
  2. τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
Ξανθίας
  1. μηδʼ ἕτερον ἀστεῖόν τι;
Διόνυσος
  1. πλήν γʼ ὡς θλίβομαι.
Ξανθίας
  1. τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διόνυσος
  1. νὴ Δία
  2. θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,
Ξανθίας
  1. τὸ τί;
Διόνυσος
  1. μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξανθίας
  1. μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
  2. εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Διόνυσος
  1. μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
Ξανθίας
  1. τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
  2. εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
  3. εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
Διόνυσος
  1. μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,
  2. ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
  3. πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθίας
  1. ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
  2. ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Διόνυσος
  1. εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,