Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. [*](Τὰ Τοῦ Δράματος ΠρόσωπαΞανθίαςΔιόνυσοςἩρακλῆςΝέκροςΧάρωνΒάτραχοιΧορόςἌιακοςΘεράπαιναΠανδοκευτρίαΠλαθάνηΕὐριπίδηςΑἰσχύλοςΠλούτων)
Ξανθίας
  1. Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,
  2. ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διόνυσος
  1. νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,
  2. τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
Ξανθίας
  1. μηδʼ ἕτερον ἀστεῖόν τι;
Διόνυσος
  1. πλήν γʼ ὡς θλίβομαι.
Ξανθίας
  1. τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διόνυσος
  1. νὴ Δία
  2. θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,
Ξανθίας
  1. τὸ τί;
Διόνυσος
  1. μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξανθίας
  1. μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
  2. εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;