Thesmophoriazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.
- οἴμοι,
- τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
- τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
- ναὶ ναῖκι. εἶδες αὐτό;
- ταύτῃ γʼ οἴχεται
- αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
- κροκῶτʼ ἔκοντο τὴ γέροντο;
- φήμʼ ἐγώ.
- ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
- ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;
- Ἀρταμουξία.
- ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
- τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.
- κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.
- τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
- ἀλλὰ πέπαισται μετρίως ἡμῖν·
- ὥσθʼ ὥρα δή ʼστι βαδίζειν
- οἴκαδʼ ἑκάστῃ. τὼ Θεσμοφόρω δʼ
- ἡμῖν ἀγαθὴν