Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
- καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.
- ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
- ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
- ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,
- ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.