Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τῆς αὐλείας παρακύπτουσιν,
- κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
- ἀναχωροῦσιν,
- κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.
- τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
- μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν
- γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
- ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη
- τρία καὶ δέκʼ ἔτη,
- λῦσον δὲ μάχας καὶ κορκορυγάς,