Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.
Τρυγαῖος
  1. φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,
  2. σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,
  3. καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
  4. καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
Οἰκέτης
  1. ἰδού.
Τρυγαῖος
  1. ἔδωκας ἤδη;
Οἰκέτης
  1. νὴ τὸν Ἑρμῆν ὥστε γε
  2. τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
  3. οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.