Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄγε νυν ἴωμεν.
Οἰκέτης
  1. εἰπέ μοι, δῶ καταφαγεῖν
  2. ταύτῃ τι;
Τρυγαῖος
  1. μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
  2. οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
  3. παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οἰκέτης
  1. λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
Χορός
  1. εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,
  2. ὅσα γʼ ὧδʼ ἰδεῖν,
  3. τὰ νῦν τάδε πράττει.