Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μάλιστα.
- καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
- Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι
- ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως
- ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
- τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,
- οἳ καόμενοι θέουσιν;
- ἀπὸ δείπνου τινὲς
- τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,
- ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.