Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
  2. ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
  3. οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
  4. οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
  5. γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Ἑρμῆς
  1. μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος
  1. ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
  2. τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
  3. ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
  4. αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,