Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
- Ἰωνικός τίς φησι παρακαθήμενος·
- δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
- ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
- ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
- ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
- καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
- καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
- καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
- ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,