Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
  2. εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
  3. καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
  4. διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Τρυγαῖος
  1. ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
  2. ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
  3. κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
  4. καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
  5. ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ἑρμῆς
  1. ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.