Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εὖ ἴσθʼ ὅτι.
Τρυγαῖος
  1. ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
  2. δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
Ἑρμῆς
  1. ὦ Ζεῦ κεραυνοβρόντα.
Τρυγαῖος
  1. μὴ πρὸς τῶν θεῶν
  2. ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
Ἑρμῆς
  1. οὐκ ἂν σιωπήσαιμι.
Τρυγαῖος
  1. ναὶ πρὸς τῶν κρεῶν,
  2. ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ἑρμῆς
  1. ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,