Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
- εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
- τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
- ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
- οὗτος.
- τί ἔστιν;
- οὐ φέρεις;
- τὸ δεῖνα γὰρ
- ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
- ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.