Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
  2. χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαῖος
  1. ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς
  1. Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
  2. ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
  3. ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
  4. αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
  5. ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
  6. μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαῖος
  1. τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.