Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τουτὶ τί ἐστι τὸ κακόν;
- ἱπποκάνθαρος.
- ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
- καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
- πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
- τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;
- μιαρώτατος.
- ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
- μιαρώτατος.
- πατὴρ δέ σοι τίς ἐστʼ;