Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
  2. ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
  3. ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
  4. ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων
  5. ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
  6. ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις
  7. κἀπιφορήσεις τῆς γῆς πολλήν,
  8. κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
  9. καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
  10. ἐνθένδε πάθω, τοὐμοῦ θανάτου