Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαῖος
  1. ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
  2. τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδίον
  1. λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος
  1. ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
Παιδίον
  1. ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
  2. ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
  3. λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαῖος
  1. ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
  2. ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,