Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
  2. ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
  3. κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
Παιδίον
  1. καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
  2. ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
Τρυγαῖος
  1. πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον
  1. τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
  2. ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Τρυγαῖος
  1. ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
  2. μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.