Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης
- οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
- τί ποτʼ ἄρα λέξει;
- δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
- ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
- οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
- μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
- εὖ λέγεις.
- τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
- ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.