Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν,
- εἶτα μονῳδεῖν ἐκ Μηδείας,
- ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
- τᾶς ἐν τεύτλοισι λοχευομένας·
- τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.
- ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.
- λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς
- σφάξεις τὸν οἶν.
- ἀλλʼ οὐ θέμις.
- τιὴ τί δή;