Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔπαιρε σαυτόν.
Φιλοκλέων
  1. εἰπέ νυν ἐκεῖνό μοι,
  2. ὄντως ἀπέφυγε;
Βδελυκλέων
  1. νὴ Δίʼ·
Φιλοκλέων
  1. οὐδέν εἰμʼ ἄρα.
Βδελυκλέων
  1. μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
Φιλοκλέων
  1. πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
  2. φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
  3. ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
  4. ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
Βδελυκλέων
  1. καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
  2. θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
  3. ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
  4. ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
  5. κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.