Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει
- ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου.
- ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
- ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
- ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
- ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι
- τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
- ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
- καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον
- υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
- ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
- τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη
- ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
- παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
- εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
- κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
- ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
- ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν
- ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται
- ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.